Изменить стиль страницы

Κεφάλαιο 9

Τότε ἐκάλεσεν Τωβιας Ραφαηλ καὶ εἶπεν αὐτῷ 2 Αζαρια ἄδελφε, παράλαβε μετὰ σεαυτοῦ τέσσαρας οἰκέτας καὶ καμήλους δύο καὶ πορεύθητι εἰς Ῥάγας καὶ ἧκε παρὰ Γαβαήλῳ καὶ δὸς αὐτῷ τὸ χειρόγραφον καὶ κόμισαι τὸ ἀργύριον καὶ παράλαβε αὐτὸν μετὰ σοῦ εἰς τοὺς γάμους· 34 σὺ γὰρ γινώσκεις ὅτι ἔσται ἀριθμῶν ὁ πατὴρ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω ἡμέραν μίαν, λυπήσω αὐτὸν λίαν· καὶ θεωρεῖς τί ὤμοσεν Ραγουηλ, καὶ οὐ δύναμαι παραβῆναι τὸν ὅρκον αὐτοῦ. 5 καὶ ἐπορεύθη Ραφαηλ καὶ οἱ τέσσαρες οἰκέται καὶ αἱ δύο κάμηλοι εἰς Ῥάγας τῆς Μηδίας καὶ ηὐλίσθησαν παρὰ Γαβαήλῳ· καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον αὐτοῦ καὶ ὑπέδειξεν αὐτῷ περὶ Τωβιου τοῦ υἱοῦ Τωβιθ ὅτι ἔλαβεν γυναῖκα καὶ ὅτι καλεῖ αὐτὸν εἰς τὸν γάμον. καὶ ἀναστὰς παρηρίθμησεν αὐτῷ τὰ θυλάκια σὺν ταῖς σφραγῖσιν, καὶ συνέθηκαν αὐτά. 6 καὶ ὤρθρισαν κοινῶς καὶ εἰσῆλθον εἰς τὸν γάμον. καὶ εἰσῆλθον εἰς τὰ Ραγουηλ καὶ εὗρον Τωβιαν ἀνακείμενον, καὶ ἀνεπήδησεν καὶ ἠσπάσατο αὐτόν, καὶ ἔκλαυσεν καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Καλὲ καὶ ἀγαθέ, ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, δικαίου καὶ ἐλεημοποιοῦ, δῴη σοι κύριος εὐλογίαν οὐρανοῦ καὶ τῇ γυναικί σου καὶ τῷ πατρί σου καὶ τῇ μητρὶ τῆς γυναικός σου· εὐλογητὸς ὁ θεός, ὅτι εἶδον Τωβιν τὸν ἀνεψιόν μου ὅμοιον αὐτῷ.

Κεφάλαιο 10

Ἑκάστην δὲ ἡμέραν ἐξ ἡμέρας ἐλογίζετο Τωβιθ τὰς ἡμέρας ἐν πόσαις πορεύσεται καὶ ἐν πόσαις ἐπιστρέψει· καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι καὶ ὁ υἱὸς αὐτοῦ οὐ παρῆν, 2 εἶπεν Μήποτε κατεσχέθη ἐκεῖ; ἢ μήποτε ἀπέθανεν ὁ Γαβαηλ καὶ οὐδεὶς αὐτῷ δίδωσιν τὸ ἀργύριον; 3 καὶ ἤρξατο λυπεῖσθαι. 4 καὶ Αννα ἡ γυνὴ αὐτοῦ λέγει Ἀπώλετο τὸ παιδίον μου καὶ οὐκέτι ὑπάρχει ἐν τοῖς ζῶσιν· καὶ ἤρξατο κλαίειν καὶ θρηνεῖν περὶ τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν 5 Οὐαί μοι, τέκνον, ὅτι ἀφῆκά σε πορευθῆναι, τὸ φῶς τῶν ὀφθαλμῶν μου. 6 καὶ Τωβιθ ἔλεγεν αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ἀδελφή, ὑγιαίνει· καὶ μάλα περισπασμὸς αὐτοῖς ἐγένετο ἐκεῖ, καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ’ αὐτοῦ πιστός ἐστιν καὶ εἷς τῶν ἀδελφῶν ἡμῶν· μὴ λυποῦ περὶ αὐτοῦ, ἀδελφή, ἤδη παρέσται. 7 καὶ εἶπεν αὐτῷ Σίγα ἀπ’ ἐμοῦ καὶ μή με πλάνα· ἀπώλετο τὸ παιδίον μου. καὶ ἐκπηδήσασα περιεβλέπετο τὴν ὁδόν, ᾗ ᾤχετο ὁ υἱὸς αὐτῆς, καθ’ ἡμέραν καὶ οὐκ ἐπείθετο οὐδενί, καὶ ὅτε ἔδυ ὁ ἥλιος, εἰσπορευομένη ἐθρήνει καὶ ἔκλαιεν τὴν νύκτα ὅλην καὶ οὐκ εἶχεν ὕπνον. 8 Καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ, εἰσῆλθεν πρὸς αὐτὸν Τωβιας καὶ εἶπεν Ἐξαπόστειλόν με, γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι· καὶ νῦν ἀξιῶ σε, πάτερ, ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου· ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν. 9 καὶ εἶπεν Ραγουηλ τῷ Τωβια Μεῖνον, παιδίον, μεῖνον μετ’ ἐμοῦ, καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τωβιν τὸν πατέρα σου καὶ ὑποδείξουσιν αὐτῷ περὶ σοῦ. καὶ εἶπεν αὐτῷ Μηδαμῶς, ἀξιῶ σε ὅπως ἐξαποστείλῃς με ἐντεῦθεν πρὸς τὸν πατέρα μου. 10 καὶ ἀναστὰς Ραγουηλ παρέδωκεν Τωβια Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ πάντων τῶν ὑπαρχόντων αὐτῷ, παῖδας καὶ παιδίσκας, βόας καὶ πρόβατα, ὄνους καὶ καμήλους, ἱματισμὸν καὶ ἀργύριον καὶ σκεύη· 11 καὶ ἐξαπέστειλεν αὐτοὺς ὑγιαίνοντας καὶ ἠσπάσατο αὐτὸν καὶ εἶπεν αὐτῷ Ὑγίαινε, παιδίον, ὑγιαίνων ὕπαγε· ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσαι ὑμᾶς καὶ Σαρραν τὴν γυναῖκά σου, καὶ ἴδοιμι ὑμῶν παιδία πρὸ τοῦ ἀποθανεῖν με. 12 καὶ εἶπεν Σαρρα τῇ θυγατρὶ αὐτοῦ Ὕπαγε πρὸς τὸν πενθερόν σου, ὅτι ἀπὸ τοῦ νῦν αὐτοὶ γονεῖς σου ὡς οἱ γεννήσαντές σε· βάδιζε εἰς εἰρήνην, θύγατερ, ἀκούσαιμί σου ἀγαθὴν ἀκοήν, ἕως ζῶ. καὶ ἀπασπασάμενος ἀπέλυσεν αὐτούς. 13 καὶ Εδνα λέγει Τωβια Τέκνον καὶ ἄδελφε ἠγαπημένε, ἀποκαταστήσαι σε κύριος καὶ ἴδοιμί σου τέκνα, ἕως ζῶ, καὶ Σαρρας τῆς θυγατρός μου πρὸ τοῦ με ἀποθανεῖν· ἐνώπιον τοῦ κυρίου παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παραθήκῃ, μὴ λυπήσῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· παιδίον, εἰς εἰρήνην· ἀπὸ τοῦ νῦν ἐγώ σου μήτηρ καὶ Σαρρα ἀδελφή, εὐοδωθείημεν πάντες ἐν τῷ αὐτῷ πάσας τὰς ἡμέρας ἐν τῇ ζωῇ ἡμῶν. καὶ κατεφίλησεν ἀμφοτέρους καὶ ἀπέστειλεν ὑγιαίνοντας. 14 καὶ ἀπῆλθεν Τωβιας ἀπὸ Ραγουηλ ὑγιαίνων καὶ χαίρων καὶ εὐλογῶν τῷ κυρίῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τῷ βασιλεῖ τῶν πάντων, ὅτι εὐόδωκεν τὴν ὁδὸν αὐτοῦ. καὶ εἶπεν αὐτῷ Εὐοδώθη σοι τιμᾶν αὐτοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν.

Κεφάλαιο 11

Καὶ ὡς ἤγγισαν εἰς Κασεριν, ἥ ἐστιν κατέναντι Νινευη, εἶπεν Ραφαηλ 2 Σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου· 3 προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν, ἐν ᾧ ἔρχονται. 4 καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς, καὶ εἶπεν αὐτῷ Λαβὲ μετὰ χεῖρας τὴν χολήν. καὶ συνῆλθεν αὐτοῖς ὁ κύων ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ Τωβια. 5 καὶ Αννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς· 6 καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ’ αὐτοῦ. 7 καὶ Ραφαηλ εἶπεν Τωβια πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα Ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται· 8 ἔμπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φῶς. 9 καὶ ἀνέδραμεν [Αννα] καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον· ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. καὶ ἔκλαυσεν. 10 καὶ ἀνέστη Τωβις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς, 11 καὶ ἐβάδισεν Τωβιας πρὸς αὐτόν, καὶ ἡ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν Θάρσει, πάτερ· καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ’ αὐτὸν καὶ ἐπέδωκεν. 12 καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ. 13 καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ Εἶδόν σε, τέκνον τὸ φῶς τῶν ὀφθαλμῶν μου. 14 καὶ εἶπεν Εὐλογητὸς ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ, καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ· γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας· ὅτι αὐτὸς ἐμαστίγωσέν με, καὶ ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου. 15 καὶ εἰσῆλθεν Τωβιας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ στόματι αὐτοῦ, καὶ ἐπέδειξεν Τωβιας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ, καὶ ὅτι ἐνήνοχεν ἀργύριον, καὶ ὡς ἔλαβεν Σαρραν τὴν θυγατέρα Ραγουηλ γυναῖκα, καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τῆς πύλης Νινευη. 16 Καὶ ἐξῆλθεν [Τωβιθ] εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευη· καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευη πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν, καὶ Τωβιθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. 17 καὶ ἤγγισεν Τωβιθ Σαρρα τῇ γυναικὶ Τωβια τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ Εἰσέλθοις ὑγιαίνουσα, θύγατερ, καὶ εὐλογητὸς ὁ θεός σου, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, θύγατερ· καὶ εὐλογημένος ὁ πατήρ σου, καὶ εὐλογημένος Τωβιας ὁ υἱός μου, καὶ εὐλογημένη σύ, θύγατερ· εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ, εἴσελθε, θύγατερ. 18 ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν Νινευη. 19 καὶ παρεγένοντο Αχικαρ καὶ Ναβαδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τωβιν.

Κεφάλαιο 12

Καὶ ὅτε ἐπετελέσθη ὁ γάμος, ἐκάλεσεν Τωβιθ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ὅρα δοῦναι τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ πορευθέντι μετὰ σοῦ [καὶ] προσθεῖναι αὐτῷ εἰς τὸν μισθόν. 2 καὶ εἶπεν αὐτῷ Πάτερ, πόσον αὐτῷ δώσω τὸν μισθόν; οὐ βλάπτομαι διδοὺς αὐτῷ τὸ ἥμισυ τῶν ὑπαρχόντων, ὧν ἐνήνοχεν μετ’ ἐμοῦ. 3 ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ’ ἐμοῦ καὶ σὲ ἐθεράπευσεν· πόσον αὐτῷ ἔτι δῶ μισθόν; 4 καὶ εἶπεν αὐτῷ Τωβις Δικαιοῦται αὐτῷ, παιδίον, λαβεῖν τὸ ἥμισυ πάντων, ὧν ἔχων ἦλθεν. 5 καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἔχων ἦλθες, εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων. 6 Τότε ἐκάλεσεν τοὺς δύο κρυπτῶς καὶ εἶπεν αὐτοῖς Τὸν θεὸν εὐλογεῖτε καὶ αὐτῷ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων ἃ ἐποίησεν μεθ’ ὑμῶν ἀγαθά, τοῦ εὐλογεῖν καὶ ὑμνεῖν τὸ ὄνομα αὐτοῦ· τοὺς λόγους τοῦ θεοῦ ὑποδείκνυτε πᾶσιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. 7 μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν καὶ ἐξομολογεῖσθαι ἐντίμως. τὸ ἀγαθὸν ποιεῖτε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. 8 ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μᾶλλον ἢ πλοῦτος μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην μᾶλλον ἢ θησαυρίσαι χρυσίον. 9 ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαίρει πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνην χορτασθήσονται ζωῆς· 10 οἱ ποιοῦντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τῆς ἑαυτῶν ψυχῆς. 11 πᾶσαν τὴν ἀλήθειαν ὑμῖν ὑποδείξω καὶ οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα· ἤδη ὑμῖν ὑπέδειξα καὶ εἶπον Μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. 12 καὶ νῦν ὅτε προσηύξω καὶ Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τῆς δόξης κυρίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως· 13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν σου τὸ ἄριστον καὶ ᾤχου καὶ περιέστειλες τὸν νεκρόν, τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σε. 14 καὶ ἅμα ἀπέσταλκέν με ὁ θεὸς ἰάσασθαί [σε] καὶ Σαρραν τὴν νύμφην σου. 15 ἐγώ εἰμι Ραφαηλ, εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης κυρίου. 16 Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν. 17 καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν· τὸν θεὸν εὐλογεῖτε εἰς πάντα τὸν αἰῶνα. 18 ἐγὼ ὅτε ἤμην μεθ’ ὑμῶν, οὐχὶ τῇ ἐμῇ χάριτι ἤμην μεθ’ ὑμῶν. ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ· αὐτὸν εὐλογεῖτε κατὰ πάσας τὰς ἡμέρας, αὐτῷ ὑμνεῖτε. 19 καὶ ἐθεωρεῖτέ με ὅτι οὐκ ἔφαγον οὐθέν, ἀλλὰ ὅρασις ὑμῖν ἐθεωρεῖτο. 20 καὶ νῦν εὐλογεῖτε ἐπὶ τῆς γῆς κύριον καὶ ἐξομολογεῖσθε τῷ θεῷ. ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με. γράψατε πάντα ταῦτα τὰ συμβάντα ὑμῖν. καὶ ἀνέβη. 21 καὶ ἀνέστησαν· καὶ οὐκέτι ἠδύναντο ἰδεῖν αὐτόν. 22 καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογοῦντο αὐτῷ ἐπὶ τὰ ἔργα αὐτοῦ τὰ μεγάλα ταῦτα, ὡς ὤφθη αὐτοῖς ἄγγελος θεοῦ.