Изменить стиль страницы

Κεφάλαιο 6

Καὶ ἐξῆλθεν τὸ παιδίον καὶ ὁ ἄγγελος μετ’ αὐτοῦ, καὶ ὁ κύων ἐξῆλθεν μετ’ αὐτοῦ καὶ ἐπορεύθη μετ’ αὐτῶν· καὶ ἐπορεύθησαν ἀμφότεροι, καὶ ἔτυχεν αὐτοῖς νὺξ μία, καὶ ηὐλίσθησαν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ. 2 καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν, καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ τοῦ ὕδατος ἐβούλετο καταπιεῖν τὸν πόδα τοῦ παιδαρίου, καὶ ἔκραξεν. 3 καὶ ὁ ἄγγελος τῷ παιδαρίῳ εἶπεν Ἐπιλαβοῦ καὶ ἐγκρατὴς τοῦ ἰχθύος γενοῦ. καὶ ἐκράτησεν τὸ παιδάριον τοῦ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γῆν. 4 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάσχισον τὸν ἰχθὺν καὶ ἔξελε τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ αὐτοῦ καὶ ἀπόθες αὐτὰ μετὰ σαυτοῦ καὶ τὰ ἔγκατα ἔκβαλε· ἔστιν γὰρ εἰς φάρμακον χρήσιμον ἡ χολὴ καὶ ἡ καρδία καὶ τὸ ἧπαρ αὐτοῦ. 5 καὶ ἀνασχίσας τὸ παιδάριον τὸν ἰχθὺν συνήγαγεν τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ ὤπτησεν τοῦ ἰχθύος καὶ ἔφαγεν καὶ ἀφῆκεν ἐξ αὐτοῦ ἡλισμένον. – 6 καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς, ἕως ἤγγισαν εἰς Μηδίαν. 7 καὶ τότε ἠρώτησεν τὸ παιδάριον τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Αζαρια ἄδελφε, τί τὸ φάρμακον ἐν τῇ καρδίᾳ καὶ τῷ ἥπατι τοῦ ἰχθύος καὶ ἐν τῇ χολῇ; 8 καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ τοῦ ἰχθύος, κάπνισον ἐνώπιον ἀνθρώπου ἢ γυναικός, ᾧ ἀπάντημα δαιμονίου ἢ πνεύματος πονηροῦ, καὶ φεύξεται ἀπ’ αὐτοῦ πᾶν ἀπάντημα καὶ οὐ μὴ μείνωσιν μετ’ αὐτοῦ εἰς τὸν αἰῶνα· 9 καὶ ἡ χολή, ἐγχρῖσαι ἀνθρώπου ὀφθαλμούς, οὗ λευκώματα ἀνέβησαν ἐπ’ αὐτῶν, ἐμφυσῆσαι ἐπ’ αὐτοὺς ἐπὶ τῶν λευκωμάτων, καὶ ὑγιαίνουσιν. 10 Καὶ ὅτε εἰσῆλθεν εἰς Μηδίαν καὶ ἤδη ἤγγιζεν εἰς Ἐκβάτανα, 11 λέγει Ραφαηλ τῷ παιδαρίῳ Τωβια ἄδελφε. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ. καὶ εἶπεν αὐτῷ Ἐν τοῖς Ραγουήλου τὴν νύκτα ταύτην δεῖ ἡμᾶς αὐλισθῆναι, καὶ ὁ ἄνθρωπος συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ, ᾗ ὄνομα Σαρρα· 12 καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτῷ πλὴν Σαρρας μόνης, καὶ σὺ ἔγγιστα αὐτῆς εἶ παρὰ πάντας ἀνθρώπους κληρονομῆσαι αὐτήν, καὶ τὰ ὄντα τῷ πατρὶ αὐτῆς σοὶ δικαιοῦται κληρονομῆσαι· καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρεῖον καὶ καλὸν λίαν, καὶ ὁ πατὴρ αὐτῆς καλός. 13 καὶ εἶπεν Δεδικαίωταί σοι λαβεῖν αὐτήν· καὶ ἄκουσόν μου, ἄδελφε, καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην, ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων, ποιήσομεν τὸν γάμον αὐτῆς. καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ραγουηλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἢ ἐγγυᾶσθαι ἑτέρῳ, ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον. καὶ νῦν ἄκουσόν μου, ἄδελφε, καὶ λαλήσομεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων, λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ’ ἡμῶν εἰς τὸν οἶκόν σου. 14 τότε ἀποκριθεὶς Τωβιας εἶπεν τῷ Ραφαηλ Αζαρια ἄδελφε, ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν, καὶ ἀπέθανον ἐν τοῖς νυμφῶσιν αὐτῶν τὴν νύκτα, ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν, καὶ ἀπέθνῃσκον. καὶ ἤκουσα λεγόντων αὐτῶν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς. 15 καὶ νῦν φοβοῦμαι ἐγώ – ὅτι αὐτὴν οὐκ ἀδικεῖ, ἀλλ’ ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς, ἀποκτέννει αὐτόν· μονογενής εἰμι τῷ πατρί μου – μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ἵνα θάψῃ αὐτούς. 16 καὶ λέγει αὐτῷ Οὐ μέμνησαι τὰς ἐντολὰς τοῦ πατρός σου, ὅτι ἐνετείλατό σοι λαβεῖν γυναῖκα ἐκ τοῦ οἴκου τοῦ πατρός σου; καὶ νῦν ἄκουσόν μου, ἄδελφε, καὶ μὴ λόγον ἔχε τοῦ δαιμονίου τούτου καὶ λαβέ· καὶ γινώσκω ἐγὼ ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι γυνή. 17 καὶ ὅταν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λαβὲ ἐκ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ τὴν καρδίαν καὶ ἐπίθες ἐπὶ τὴν τέφραν τῶν θυμιαμάτων, καὶ ἡ ὀσμὴ πορεύσεται, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκέτι μὴ φανῇ περὶ αὐτὴν τὸν πάντα αἰῶνα. 18 καὶ ὅταν μέλλῃς γίνεσθαι μετ’ αὐτῆς, ἐξεγέρθητε πρῶτον ἀμφότεροι καὶ προσεύξασθε καὶ δεήθητε τοῦ κυρίου τοῦ οὐρανοῦ, ἵνα ἔλεος γένηται καὶ σωτηρία ἐφ’ ὑμᾶς· καὶ μὴ φοβοῦ, σοὶ γάρ ἐστιν μεμερισμένη πρὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ μετὰ σοῦ πορεύσεται, καὶ ὑπολαμβάνω ὅτι ἔσονταί σοι ἐξ αὐτῆς παιδία καὶ ἔσονταί σοι ὡς ἀδελφοί, μὴ λόγον ἔχε. 19 καὶ ὅτε ἤκουσεν Τωβιας τῶν λόγων Ραφαηλ καὶ ὅτι ἔστιν αὐτῷ ἀδελφὴ ἐκ τοῦ σπέρματος τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, λίαν ἠγάπησεν αὐτήν, καὶ ἡ καρδία αὐτοῦ ἐκολλήθη εἰς αὐτήν.

Κεφάλαιο 7

Καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα, λέγει αὐτῷ Αζαρια ἄδελφε, ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν. καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου, καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι, καὶ εἶπεν αὐτοῖς Χαίρετε πολλά, ἀδελφοί, καὶ καλῶς ἤλθατε ὑγιαίνοντες. καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ. 2 καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ Ὡς ὅμοιος ὁ νεανίσκος οὗτος Τωβει τῷ ἀδελφῷ μου. 3 καὶ ἠρώτησεν αὐτοὺς Εδνα καὶ εἶπεν αὐτοῖς Πόθεν ἐστέ, ἀδελφοί; καὶ εἶπαν αὐτῇ Ἐκ τῶν υἱῶν Νεφθαλιμ ἡμεῖς τῶν αἰχμαλωτισθέντων ἐν Νινευη. 4 καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιν τὸν ἀδελφὸν ἡμῶν; καὶ εἶπαν αὐτῇ Γινώσκομεν ἡμεῖς αὐτόν. 5 καὶ εἶπεν αὐτοῖς Ὑγιαίνει; καὶ εἶπαν αὐτῇ Ὑγιαίνει καὶ ζῇ· καὶ εἶπεν Τωβιας Ὁ πατήρ μού ἐστιν. 6 καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, παιδίον, ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ πατρός· ὦ ταλαιπώρων κακῶν, ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιῶν ἐλεημοσύνας. καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν. 7 καὶ Εδνα ἡ γυνὴ αὐτοῦ ἔκλαυσεν αὐτόν, καὶ Σαρρα ἡ θυγάτηρ αὐτῶν ἔκλαυσεν καὶ αὐτή. 8 καὶ ἔθυσεν κριὸν ἐκ προβάτων καὶ ὑπεδέξατο αὐτοὺς προθύμως. 9 Καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνῆσαι, εἶπεν Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, εἰπὸν Ραγουηλ ὅπως δῷ μοι Σαρραν τὴν ἀδελφήν μου. 10 καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί Φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην· οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ, ἄδελφε, ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ, ὅτι σὺ ἔγγιστά μου· καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω, παιδίον. 11 ἔδωκα αὐτὴν ἑπτὰ ἀνδράσιν τῶν ἀδελφῶν ἡμῶν, καὶ πάντες ἀπέθανον τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν. καὶ νῦν, παιδίον, φάγε καὶ πίε, καὶ κύριος ποιήσει ἐν ὑμῖν. 12 καὶ εἶπεν Τωβιας Οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω, ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ. καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι Ποιῶ, καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως, καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι· κομίζου τὴν ἀδελφήν σου. ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου· δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα· καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς, παιδίον, τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ’ ὑμᾶς ἔλεος καὶ εἰρήνην. 13 καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτόν, καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν Κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα, ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων· καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην. 14 καὶ ἐκάλεσεν τὴν μητέρα αὐτῆς· καὶ εἶπεν ἐνεγκεῖν βιβλίον καὶ ἔγραψεν συγγραφὴν βιβλίου συνοικήσεως καὶ ὡς δίδωσιν αὐτὴν αὐτῷ γυναῖκα κατὰ τὴν κρίσιν τοῦ Μωυσέως νόμου. ἀπ’ ἐκείνου ἤρξαντο φαγεῖν καὶ πιεῖν. 15 καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἑτοίμασον τὸ ταμίειον τὸ ἕτερον καὶ εἰσάγαγε αὐτὴν ἐκεῖ. 16 καὶ βαδίσασα ἔστρωσεν εἰς τὸ ταμίειον, ὡς εἶπεν αὐτῇ, καὶ ἤγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν περὶ αὐτῆς καὶ ἀπεμάξατο τὰ δάκρυα καὶ εἶπεν αὐτῇ 17 Θάρσει, θύγατερ, ὁ κύριος τοῦ οὐρανοῦ δῴη σοι χαρὰν ἀντὶ τῆς λύπης σου· θάρσει, θύγατερ. καὶ ἐξῆλθεν.

Κεφάλαιο 8

Καὶ ὅτε συνετέλεσαν τὸ φαγεῖν καὶ πιεῖν, ἠθέλησαν κοιμηθῆναι. καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμίειον. 2 καὶ ἐμνήσθη Τωβιας τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὸ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν καρδίαν ἐκ τοῦ βαλλαντίου, οὗ εἶχεν, καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν τοῦ θυμιάματος. 3 καὶ ἡ ὀσμὴ τοῦ ἰχθύος ἐκώλυσεν, καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου, καὶ βαδίσας Ραφαηλ συνεπόδισεν αὐτὸν ἐκεῖ καὶ ἐπέδησεν παραχρῆμα. 4 καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου. καὶ ἠγέρθη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἀνάστηθι, προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν, ὅπως ποιήσῃ ἐφ’ ἡμᾶς ἔλεος καὶ σωτηρίαν. 5 καὶ ἀνέστη, καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία, καὶ ἤρξατο λέγειν Εὐλογητὸς εἶ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶνας. 6 σὺ ἐποίησας τὸν Αδαμ καὶ ἐποίησας αὐτῷ βοηθὸν στήριγμα Ευαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τῶν ἀνθρώπων· καὶ σὺ εἶπας ὅτι Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ. 7 καὶ νῦν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλ’ ἐπ’ ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ αὐτὴν καὶ συγκαταγηρᾶσαι κοινῶς. 8 καὶ εἶπαν μεθ’ ἑαυτῶν Αμην αμην. 9 καὶ ἐκοιμήθησαν τὴν νύκτα. 10 Καὶ ἀναστὰς Ραγουηλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ’ ἑαυτοῦ, καὶ ᾤχοντο καὶ ὤρυξαν τάφον· εἶπεν γάρ Μήποτε ἀποθάνῃ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμός. 11 καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον, ἦλθεν Ραγουηλ εἰς τὸν οἶκον καὶ ἐκάλεσεν τὴν γυναῖκα αὐτοῦ 12 καὶ εἶπεν Ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ· καὶ εἰ τέθνηκεν, ὅπως ἂν θάψωμεν αὐτόν, ὅπως μηδεὶς γνῷ. 13 καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἧψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν, καὶ εἰσῆλθεν καὶ εὗρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνοῦντας κοινῶς. 14 καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστιν. 15 καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν Εὐλογητὸς εἶ, θεέ, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ· εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. 16 καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με, καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ’ ἡμῶν. 17 καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ’ εὐφροσύνης καὶ ἐλέου. 18 τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαι. 19 Καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς· καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς, καὶ ἤρξαντο παρασκευάζειν. 20 καὶ ἐκάλεσεν Τωβιαν καὶ εἶπεν αὐτῷ Δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν, ἀλλ’ αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ’ ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένην· 21 καὶ ὅσα μοι ὑπάρχει, λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου· καὶ τὸ ἄλλο ἥμισυ, ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου, ὑμέτερόν ἐστιν. θάρσει, παιδίον, ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου, καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα· θάρσει, παιδίον.