Изменить стиль страницы

Κεφάλαιο 3

καὶ περίλυπος γενόμενος τῇ ψυχῇ καὶ στενάξας ἔκλαυσα καὶ ἠρξάμην προσεύχεσθαι μετὰ στεναγμῶν 2 Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου δίκαια, καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια· σὺ κρίνεις τὸν αἰῶνα. 3 καὶ νῦν σύ, κύριε, μνήσθητί μου καὶ ἐπίβλεψον καὶ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ ἐν τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, οἷς ἥμαρτον ἐναντίον σου 4 καὶ παρήκουσα τῶν ἐντολῶν σου. καὶ ἔδωκας ἡμᾶς εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ εἰς παραβολὴν καὶ λάλημα καὶ ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν, ἐν οἷς ἡμᾶς διεσκόρπισας. 5 καὶ νῦν πολλαί σου αἱ κρίσεις ὑπάρχουσιν ἀληθιναὶ ποιῆσαι ἐξ ἐμοῦ περὶ τῶν ἁμαρτιῶν μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου καὶ οὐκ ἐπορεύθημεν ἀληθινῶς ἐνώπιόν σου. 6 καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ’ ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ, ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη πολλὴ μετ’ ἐμοῦ. κύριε, ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης, ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, κύριε, ἀπ’ ἐμοῦ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς. 7 Ἐν τῇ ἡμέρᾳ ταύτῃ συνέβη Σαρρα τῇ θυγατρὶ Ραγουηλ τοῦ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ αὐτὴν ἀκοῦσαι ὀνειδισμοὺς ὑπὸ μιᾶς τῶν παιδισκῶν τοῦ πατρὸς ἑαυτῆς, 8 διότι ἦν ἐκδεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαῖος τὸ δαιμόνιον τὸ πονηρὸν ἀπέκτεννεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ’ αὐτῆς, καθάπερ ἀποδεδειγμένον ἐστὶν ταῖς γυναιξίν. καὶ εἶπεν αὐτῇ ἡ παιδίσκη Σὺ εἶ ἡ ἀποκτέννουσα τοὺς ἄνδρας σου· ἰδοὺ ἤδη ἀπεκδέδοσαι ἑπτὰ ἀνδράσιν καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης. 9 τί ἡμᾶς μαστιγοῖς περὶ τῶν ἀνδρῶν σου, ὅτι ἀπέθανον; βάδιζε μετ’ αὐτῶν, καὶ μὴ ἴδοιμεν υἱόν σου μηδὲ θυγατέρα εἰς τὸν αἰῶνα. 10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐλυπήθη ἐν τῇ ψυχῇ καὶ ἔκλαυσεν καὶ ἀναβᾶσα εἰς τὸ ὑπερῷον τοῦ πατρὸς αὐτῆς ἠθέλησεν ἀπάγξασθαι. καὶ πάλιν ἐλογίσατο καὶ λέγει Μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐροῦσιν αὐτῷ Μία σοι ὑπῆρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τῶν κακῶν· καὶ κατάξω τὸ γῆρας τοῦ πατρός μου μετὰ λύπης εἰς ᾅδου· χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι, ἀλλὰ δεηθῆναι τοῦ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τῇ ζωῇ μου. 11 ἐν αὐτῷ τῷ καιρῷ διαπετάσασα τὰς χεῖρας πρὸς τὴν θυρίδα ἐδεήθη καὶ εἶπεν Εὐλογητὸς εἶ, θεὲ ἐλεήμων, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογησάτωσάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα. 12 καὶ νῦν ἐπὶ σὲ τὸ πρόσωπόν μου καὶ τοὺς ὀφθαλμούς μου ἀνέβλεψα· 13 εἰπὸν ἀπολυθῆναί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκούειν με μηκέτι ὀνειδισμούς. 14 σὺ γινώσκεις, δέσποτα, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἀκαθαρσίας ἀνδρὸς 15 καὶ οὐχὶ ἐμόλυνά μου τὸ ὄνομα καὶ οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ ἕτερον τέκνον, ἵνα κληρονομήσῃ αὐτόν, οὐδὲ ἀδελφὸς αὐτῷ ἐγγὺς οὔτε συγγενὴς αὐτῷ ὑπάρχει, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά, καὶ ἵνα τί μοί ἐστιν ἔτι ζῆν; καὶ εἰ μή σοι δοκεῖ ἀποκτεῖναί με, κύριε, νῦν εἰσάκουσον ὀνειδισμόν μου. 16 Ἐν αὐτῷ τῷ καιρῷ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ θεοῦ, 17 καὶ ἀπεστάλη Ραφαηλ ἰάσασθαι τοὺς δύο, Τωβιν ἀπολῦσαι τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, ἵνα ἴδῃ τοῖς ὀφθαλμοῖς τὸ φῶς τοῦ θεοῦ, καὶ Σαρραν τὴν Ραγουηλ δοῦναι αὐτὴν Τωβια τῷ υἱῷ Τωβιθ γυναῖκα καὶ λῦσαι Ασμοδαιον τὸ δαιμόνιον τὸ πονηρὸν ἀπ’ αὐτῆς, διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτὴν παρὰ πάντας τοὺς θέλοντας λαβεῖν αὐτήν. ἐν ἐκείνῳ τῷ καιρῷ ἐπέστρεψεν Τωβιθ ἀπὸ τῆς αὐλῆς εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα ἡ τοῦ Ραγουηλ καὶ αὐτὴ κατέβη ἐκ τοῦ ὑπερῴου.

Κεφάλαιο 4

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιθ τοῦ ἀργυρίου, ὃ παρέθετο Γαβαήλῳ ἐν Ῥάγοις τῆς Μηδίας, 2 καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ ἐγὼ ᾐτησάμην θάνατον· τί οὐχὶ καλῶ Τωβιαν τὸν υἱόν μου καὶ ὑποδείξω αὐτῷ περὶ τοῦ ἀργυρίου τούτου πρὶν ἀποθανεῖν με; 3 καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτόν· καὶ εἶπεν αὐτῷ Θάψον με καλῶς· καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς καὶ ποίει τὸ ἀρεστὸν ἐνώπιον αὐτῆς καὶ μὴ λυπήσῃς τὸ πνεῦμα αὐτῆς ἐν παντὶ πράγματι. 4 μνήσθητι αὐτῆς, παιδίον, ὅτι κινδύνους πολλοὺς ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρ’ ἐμοὶ ἐν ἑνὶ τάφῳ. 5 καὶ πάσας τὰς ἡμέρας σου, παιδίον, τοῦ κυρίου μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτεῖν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνας ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας· 6 διότι οἱ ποιοῦντες ἀλήθειαν εὐοδωθήσονται ἐν τοῖς ἔργοις αὐτῶν. 7 καὶ πᾶσιν τοῖς ποιοῦσιν δικαιοσύνην 19 δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν· καὶ ὃν ἂν θέλῃ κύριος, ταπεινοῖ ἕως ᾅδου κατωτάτω. καὶ νῦν, παιδίον, μνημόνευε τὰς ἐντολὰς ταύτας, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου. 20 καὶ νῦν, παιδίον, ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς Μηδίας. 21 καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλὰ ἀγαθά, ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σου.

Κεφάλαιο 5

Τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ Πάντα, ὅσα ἐντέταλσαί μοι, ποιήσω, πάτερ· 2 πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ’ αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν; τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον; καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ. 3 τότε ἀποκριθεὶς Τωβιθ εἶπεν Τωβια τῷ υἱῷ αὐτοῦ Χειρόγραφον αὐτοῦ ἔδωκέν μοι, καὶ χειρόγραφον ἔδωκα αὐτῷ· καὶ διεῖλον εἰς δύο, καὶ ἐλάβομεν ἑκάτερος ἕν, καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου· καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ’ οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ. καὶ νῦν, παιδίον, ζήτησον σεαυτῷ ἄνθρωπον πιστόν, ὃς πορεύσεται μετὰ σοῦ, καὶ δώσομεν αὐτῷ μισθόν, ἕως ὅτου ἔλθῃς· καὶ λαβὲ παρ’ αὐτοῦ τὸ ἀργύριον τοῦτο. 4 ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον, ὃς πορεύσεται μετ’ αὐτοῦ εἰς Μηδίαν, ὃς ἐμπειρεῖ τῆς ὁδοῦ, καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν· 5 καὶ εἶπεν αὐτῷ Πόθεν εἶ, νεανίσκε; καὶ εἶπεν αὐτῷ Ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι. καὶ εἶπεν αὐτῷ Ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν; 6 καὶ εἶπεν αὐτῷ Ναί, πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας· πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας, καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα· κεῖνται γὰρ ἐν τῷ ὄρει. 7 καὶ εἶπεν αὐτῷ Μεῖνόν με, νεανίσκε, μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου· χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ’ ἐμοῦ, καὶ δώσω σοι τὸν μισθόν σου. 8 καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγὼ προσκαρτερῶ, μόνον μὴ χρονίσῃς. 9 καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ. καὶ εἶπεν αὐτῷ Κάλεσόν μοι τὸν ἄνθρωπον, ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ, παιδίον. 10 καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ Νεανίσκε, ὁ πατὴρ καλεῖ σε. καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος. καὶ εἶπεν αὐτῷ Χαίρειν σοι πολλὰ γένοιτο. καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ Τί μοι ἔτι ὑπάρχει χαίρειν; καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ, ἀλλ’ ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς· ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι, φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω. καὶ εἶπεν αὐτῷ Θάρσει, ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε, θάρσει. καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν· εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν; καὶ δώσω σοι τὸν μισθόν σου, ἄδελφε. καὶ εἶπεν αὐτῷ Δυνήσομαι πορευθῆναι μετ’ αὐτοῦ, καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας, καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς, καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω. 11 καὶ εἶπεν αὐτῷ Ἄδελφε, ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς; ὑπόδειξόν μοι, ἄδελφε. 12 καὶ εἶπεν Τί χρείαν ἔχεις φυλῆς; καὶ εἶπεν αὐτῷ Βούλομαι γνῶναι τὰ κατ’ ἀλήθειαν τίνος εἶ, ἄδελφε, καὶ τί τὸ ὄνομά σου. 13 καὶ εἶπεν αὐτῷ Ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. 14 καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις καὶ σῳζόμενος, ἄδελφε· καὶ μή μοι πικρανθῇς, ἄδελφε, ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου. καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν, καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ· ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμε[λ]ιου τοῦ μεγάλου, καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ’ ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν. οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί· ἐκ ῥίζης ἀγαθῆς εἶ σύ, καὶ χαίρων ἔλθοις. 15 καὶ εἶπεν αὐτῷ Ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμὴν καὶ τὰ δέοντά σοι ὁμοίως τῷ υἱῷ μου· 16 καὶ πορεύθητι μετὰ τοῦ υἱοῦ μου, καὶ ἔτι προσθήσω σοι τῷ μισθῷ. 17 καὶ εἶπεν αὐτῷ ὅτι Πορεύσομαι μετ’ αὐτοῦ· καὶ μὴ φοβηθῇς, ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ, διότι ἡ ὁδὸς ἀσφαλής. καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, ἄδελφε. καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου, καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας, καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας, παιδίον. καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ εἶπεν αὐτῷ Τωβιθ Πορεύου ὑγιαίνων. – 18 καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ Τί ὅτι ἀπέστειλας τὸ παιδίον μου; οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν; 19 ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο. 20 ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν. 21 καὶ εἶπεν αὐτῇ Μὴ λόγον ἔχε· ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς, καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων· 22 μὴ λόγον ἔχε, μὴ φοβοῦ περὶ αὐτῶν, ἀδελφή· ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων. 23 καὶ ἐσίγησεν κλαίουσα.