Изменить стиль страницы

Κεφάλαιο 2

Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. 2 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ. 3 καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας. 4 καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν. 5 Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. 6 καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃ; καὶ εἶπεν πρός με Διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος. 7 καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ 8 καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· 9 καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. 10 ὦ ὦ φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει κύριος· 11 εἰς Σιων ἀνασῴζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. 12 διότι τάδε λέγει κύριος παντοκράτωρ Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· 13 διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με. 14 τέρπου καὶ εὐφραίνου, θύγατερ Σιων, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. 15 καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. 16 καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ. 17 εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου, διότι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.

Κεφάλαιο 3

Καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. 2 καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; 3 καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. 4 καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη 5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ὁ ἄγγελος κυρίου εἱστήκει. 6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων 7 Τάδε λέγει κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. 8 ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· 9 διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. 10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

Κεφάλαιο 4

Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ 2 καὶ εἶπεν πρός με Τί σύ βλέπεις; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· 3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων. 4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε; 5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Οὐ γινώσκεις τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε. 6 καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων Οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ’ ἢ ἐν πνεύματί μου, λέγει κύριος παντοκράτωρ. 7 τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. 8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 9 Αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. 10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. 11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; 12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; 13 καὶ εἶπεν πρός με Οὐκ οἶδας τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε. 14 καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς.

Κεφάλαιο 5

Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον. 2 καὶ εἶπεν πρός με Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα. 3 καὶ εἶπεν πρός με Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται· 4 καὶ ἐξοίσω αὐτό, λέγει κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. 5 Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο. 6 καὶ εἶπα Τί ἐστιν; καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. 7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. 8 καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς. 9 καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ. 10 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον; 11 καὶ εἶπεν πρός με Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

Κεφάλαιο 6

Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. 2 ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, 3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. 4 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; 5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς· 6 ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπεν Πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν. 8 καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ. 9 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 10 Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ιωσιου τοῦ Σοφονιου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος 11 καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου 12 καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος παντοκράτωρ Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· 13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καθίεται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. 14 ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονιου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου. 15 καὶ οἱ μακρὰν ἀπ’ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου, καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν.