Изменить стиль страницы

Κεφάλαιο 6

Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς· 2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ· 3 καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ. – 4 τί σοι ποιήσω, Εφραιμ; τί σοι ποιήσω, Ιουδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. 5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται. 6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα. 7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέν μου. 8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ, 9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου, ἐφόνευσαν Σικιμα, ὅτι ἀνομίαν ἐποίησαν. 10 ἐν τῷ οἴκῳ Ισραηλ εἶδον φρικώδη, ἐκεῖ πορνείαν τοῦ Εφραιμ· ἐμιάνθη Ισραηλ καὶ Ιουδα. 11 Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,

Κεφάλαιο 7

ἐν τῷ ἰάσασθαί με τὸν Ισραηλ. καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας, ὅτι ἠργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ, 2 ὅπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν. πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο. 3 ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας· 4 πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός, ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτό. 5 αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν· 6 διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς, ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη, πρωῒ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος. 7 πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με. 8 Εφραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο, Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος. 9 κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἐπέγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω. 10 καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις. 11 καὶ ἦν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν. 12 καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπ’ αὐτοὺς τὸ δίκτυόν μου· καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν. 13 οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψεύδη. 14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν, ἀλλ’ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο. ἐπαιδεύθησαν ἐν ἐμοί, 15 κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά. 16 ἀπεστράφησαν εἰς οὐθέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.

Κεφάλαιο 8

Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ’ οἶκον κυρίου, ἀνθ’ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. 2 ἐμὲ κεκράξονται Ὁ θεός, ἐγνώκαμέν σε. 3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν. 4 ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι’ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεθρευθῶσιν. 5 ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνθη ὁ θυμός μου ἐπ’ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι 6 ἐν τῷ Ισραηλ; καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. 7 ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. 8 κατεπόθη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. 9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλεν καθ’ ἑαυτὸν Εφραιμ, δῶρα ἠγάπησαν· 10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. 11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. 12 καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα. 13 διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα, κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. 14 καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.

Κεφάλαιο 9

Μὴ χαῖρε, Ισραηλ, μηδὲ εὐφραίνου καθὼς οἱ λαοί· διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου. 2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς. 3 οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου· κατῴκησεν Εφραιμ εἰς Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. 4 οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον κυρίου. 5 τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου; 6 διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμας· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει, ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν. 7 ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ισραηλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου. 8 σκοπὸς Εφραιμ μετὰ θεοῦ· προφήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ κυρίου κατέπηξαν. 9 ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησθήσεται ἀδικίας αὐτοῦ, ἐκδικήσει ἁμαρτίας αὐτοῦ. 10 Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγωρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι. 11 Εφραιμ ὡς ὄρνεον ἐξεπετάσθη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων· 12 διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν, σάρξ μου ἐξ αὐτῶν. 13 Εφραιμ, ὃν τρόπον εἶδον, εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ Εφραιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ. 14 δὸς αὐτοῖς, κύριε· τί δώσεις αὐτοῖς; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς. 15 πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγαλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες. 16 ἐπόνεσεν Εφραιμ, τὰς ῥίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν. 17 ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.

Κεφάλαιο 10

Ἄμπελος εὐκληματοῦσα Ισραηλ, ὁ καρπὸς αὐτῆς εὐθηνῶν· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτοῦ ἐπλήθυνεν τὰ θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας. 2 ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν. 3 διότι νῦν ἐροῦσιν Οὐκ ἔστιν βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν; 4 λαλῶν ῥήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ. 5 τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ’ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ’ αὐτοῦ. 6 καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ· ἐν δόματι Εφραιμ δέξεται, καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ. 7 ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος. 8 καὶ ἐξαρθήσονται βωμοὶ Ων, ἁμαρτήματα τοῦ Ισραηλ· ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφ’ ἡμᾶς. 9 Ἀφ οὗ οἱ βουνοί, ἥμαρτεν Ισραηλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας; 10 ἦλθεν παιδεῦσαι αὐτούς, καὶ συναχθήσονται ἐπ’ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν. 11 Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν, ἐνισχύσει αὐτῷ Ιακωβ. 12 σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν. 13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐφάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου, ἐν πλήθει δυνάμεώς σου. 14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. 15 οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ισραηλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν· ὄρθρου ἀπερρίφησαν, ἀπερρίφη βασιλεὺς Ισραηλ.