Изменить стиль страницы

Κεφάλαιο 41

Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. 2 ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν. 3 μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· 4 τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. 5 Τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν· 6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. 7 πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι’ αὐτὸν ὀνειδισθήσονται. 8 οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου· 9 καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. 10 πάντα, ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν. 11 Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται. 12 φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου· 13 ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ. 14 παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; 15 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. 16 Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται. 17 αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους, 18 ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας, 19 ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου, οὗ παροικεῖς, περὶ κλοπῆς, 20 ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ’ ἄρτοις, 21 ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς, 22 ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς, 23 ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, 24 ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς, 25 ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε, 26 ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς καὶ ἀπὸ καλύψεως λόγων κρυφίων· 27 καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.

Κεφάλαιο 42

Μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· 2 περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, 3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, 4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, 5 περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι· 6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον· 7 ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραφῇ· 8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. 9 Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα, μήποτε μισηθῇ· 10 ἐν παρθενίᾳ, μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ. 11 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν. 12 παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· 13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. 14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. 15 Μνησθήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑόρακα, ἐκδιηγήσομαι· ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ. 16 ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ. 17 οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν. 18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος 19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων· 20 οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος. 21 τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν, ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. 22 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι· 23 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει. 24 πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· 25 ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;

Κεφάλαιο 43

Γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. 2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν, ἔργον ὑψίστου· 3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; 4 κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς. 5 μέγας κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν. 6 Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος· 7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας. 8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων. 9 κάλλος οὐρανοῦ δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου· 10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν. 11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· 12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό. 13 Προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ· 14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά· 15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης· 16 καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι αὐτοῦ πνεύσεται νότος. 17 φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος. 18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. 19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. 20 ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ’ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. 21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. 22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει. 23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους. 24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν· 25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν. 26 δι’ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα. 27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός. 28 δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. 29 φοβερὸς κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. 30 δοξάζοντες κύριον ὑψώσατε καθ’ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε. 31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν; 32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· 33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν

Κεφάλαιο 44

Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει· 2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ’ αἰῶνος. 3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις· 4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· 5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ· 6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι, εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν· 7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. 8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους· 9 καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς. 10 ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν· 11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ, ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν· 12 ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι’ αὐτούς· 13 ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται· 14 τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς· 15 σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία. 16 Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς. 17 Νωε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο κατακλυσμός· 18 διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ. 19 Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ· 20 ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ· ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός· 21 διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ, πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς. 22 καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δι’ Αβρααμ τὸν πατέρα αὐτοῦ. 23 εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ· ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλεν μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισεν δέκα δύο.