Изменить стиль страницы

Κεφάλαιο 19

ἐργάτης μέθυσος οὐ πλουτισθήσεται· ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται. 2 οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται· 3 σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται. 4 Ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει. 5 ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται, 6 καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ. 7 μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ. 8 ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε· 9 ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε. 10 ἀκήκοας λόγον; συναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξει. 11 ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. 12 βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ. 13 Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησεν, καὶ εἴ τι ἐποίησεν, μήποτε προσθῇ. 14 ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπεν, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ. 15 ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή, καὶ μὴ παντὶ λόγῳ πίστευε. 16 ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ; 17 ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου. 20 Πᾶσα σοφία φόβος κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου· 22 καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις. 23 ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ· 24 κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον. 25 ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα. 26 ἔστιν πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου· 27 συγκρύφων πρόσωπον καὶ ἐθελοκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε· 28 καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρόν, κακοποιήσει. 29 ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων· 30 στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.

Κεφάλαιο 20

Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος. 2 ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι, 3 καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται. 4 ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα. 5 ἔστιν σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. 6 ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν. 7 ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν. 8 ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται. 9 Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν. 10 ἔστιν δόσις, ἣ οὐ λυσιτελήσει σοι, καὶ ἔστιν δόσις, ἧς τὸ ἀνταπόδομα διπλοῦν. 11 ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν. 12 ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον. 13 ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται. 14 δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ’ ἑνὸς πολλοί 15 ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ· σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει, μισητὸς ἄνθρωπος ὁ τοιοῦτος. 16 μωρὸς ἐρεῖ Οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου· 17 οἱ ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ, ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ; 18 Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει. 19 ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος· ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. 20 ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή· οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς. 21 Ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται. 22 ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι’ αἰσχύνην, καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν. 23 ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν. 24 Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. 25 αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν. 26 ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς. 27 Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν. 28 ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν. 29 ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. 30 σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; 31 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.

Κεφάλαιο 21

Τέκνον, ἥμαρτες; μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι. 2 ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας· ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων. 3 ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις. 4 καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον· οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται. 5 δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται. 6 μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ. 7 γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν. 8 ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα. 9 στιππύον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός. 10 ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων, καὶ ἐπ’ ἐσχάτων αὐτῆς βόθρος ᾅδου. 11 Ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, καὶ συντέλεια τοῦ φόβου κυρίου σοφία. 12 οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος, ἔστιν δὲ πανουργία πληθύνουσα πικρίαν. 13 γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς. 14 ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει. 15 λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει· ἤκουσεν ὁ σπαταλῶν, καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ. 16 ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις. 17 στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ. 18 Ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι. 19 πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς. 20 μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει. 21 ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ. 22 ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου. 23 ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται. 24 ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ. 25 χείλη ἀλλοτρίων ἐν τούτοις διηγήσονται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται. 26 ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοφῶν στόμα αὐτῶν. 27 ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν. 28 μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται.

Κεφάλαιο 22

Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ. 2 βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα. 3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται. 4 θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος· 5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται. 6 μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας. 9 συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου. 10 διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν; 11 ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά. 12 πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. 13 μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ’ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ. 14 ὑπὲρ μόλιβον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός; 15 ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον. 16 Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει. 17 καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ. 18 χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ. 19 Ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν. 20 βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν. 21 ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν, μὴ ἀφελπίσῃς, ἔστιν γὰρ ἐπάνοδος· 22 ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστιν γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύ ψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος. 23 πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς. 24 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι. 25 φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ, 26 καὶ εἰ κακά μοι συμβήσεται δι’ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ. 27 Τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ’ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;