Изменить стиль страницы

Κεφάλαιο 20

Ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει 2 Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. 3 παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. 4 μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι ἀφ’ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; 5 εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια, 6 ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. 7 ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν; 8 ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. 9 ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει, καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ. 10 τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. 11 ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ’ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. 12 ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· 13 οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνέξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ. 14 καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. 15 πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. 16 θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως. 17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. 18 εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος. 19 πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν. 20 οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. 21 οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ· διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. 22 ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται. 23 εἴ πως πληρώσαι γαστέρα αὐτοῦ, ἐπαποστείλαι ἐπ’ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ’ αὐτὸν ὀδύνας· 24 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον· 25 διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· ἐπ αὐτῷ φόβοι. 26 πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. 27 ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ. 28 ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. 29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.

Κεφάλαιο 21

Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ’ ὑμῶν αὕτη ἡ παράκλησις. 3 ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ οὐ καταγελάσετέ μου. 4 τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι; 5 εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι. 6 ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι. 7 διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; 8 ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. 9 οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς. 10 ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. 11 μένουσιν δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν 12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. 13 συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. 14 λέγει δὲ κυρίῳ Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· 15 τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; 16 ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. 17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. 18 ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλατο λαῖλαψ. 19 ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. 20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη· 21 ὅτι τί θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ’ αὐτόν; καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. 22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ. 23 οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν· 24 τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. 25 ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν. 26 ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. 27 ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι· 28 ὅτι ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; 29 ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε· 30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται. 31 τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ; 32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῷ ἠγρύπνησεν. 33 ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. 34 πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ’ ὑμῶν οὐδέν.

Κεφάλαιο 22

Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει 2 Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; 3 τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου; 4 ἦ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; 5 πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι; 6 ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου· 7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· 8 ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς· 9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. 10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος· 11 τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. 12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν; 13 καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ; 14 νέφη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται. 15 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, 16 οἳ συνελήμφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν 17 οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ; 18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ’ αὐτοῦ. 19 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. 20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. 21 γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. 22 ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. 23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. 24 θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ. 25 ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. 26 εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· 27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· 28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. 29 ὅτι ἐταπείνωσεν αὐτόν, καὶ ἐρεῖς Ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει· 30 ῥύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου.

Κεφάλαιο 23

Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. 3 τίς δ’ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; 4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων· 5 γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. 6 καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· 7 ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. 8 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ’ ἐσχάτοις τί οἶδα; 9 ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι. 10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον. 11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω. 12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. 13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 15 διὰ τοῦτο ἐπ’ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 15 a ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. 16 κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με. 17 οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος.