Изменить стиль страницы

Κεφάλαιο 13

υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. 2 ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. 3 ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν. 4 ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. 5 λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν. 6 δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. 7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. 8 λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. 9 φῶς δικαίοις διὰ παντός, φῶς δὲ ἀσεβῶν σβέννυται. 9 a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν. 10 κακὸς μεθ’ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί. 11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτίρει καὶ κιχρᾷ. 12 κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή. 13 ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. 13 a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ. 14 νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. 15 σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ. 16 πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. 17 βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν. 18 πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται. 19 ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. 20 ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. 21 ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά. 22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν. 23 δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. 24 ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. 25 δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.

Κεφάλαιο 14

σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς. 2 ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. 3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. 4 οὗ μή εἰσιν βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς. 5 μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος. 6 ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. 7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. 8 σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. 9 οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί. 10 καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει. 11 οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται. 12 ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. 13 ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται. 14 τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός. 15 ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. 16 σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ. 17 ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. 18 μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. 19 ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων. 20 φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. 21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. 22 πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. 23 ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. 24 στέφανος σοφῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. 25 ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. 26 ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. 27 πρόσταγμα κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. 28 ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. 29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. 30 πραύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική. 31 ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν. 32 ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. 33 ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. 34 δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. 35 δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.

Κεφάλαιο 15

ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. 2 γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά. 3 ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου, σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς. 4 ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος. 5 ἄφρων μυκτηρίζει παιδείαν πατρός, ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος. 6 ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή, οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται. οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται. 7 χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. 8 θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ. 9 βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. 10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς. 11 ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; 12 οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. 13 καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. 14 καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. 15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός. 16 κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. 17 κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. 18 ἀνὴρ θυμώδης παρασκευάζει μάχας, μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραύνει. 18 a μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. 19 ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι. 20 υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. 21 ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. 22 ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. 23 οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. 24 ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. 25 οἴκους ὑβριστῶν κατασπᾷ κύριος, ἐστήρισεν δὲ ὅριον χήρας. 26 βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. 27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης, ὁ δὲ μισῶν δώρων λήμψεις σῴζεται. 27 a ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 28 καρδίαι δικαίων μελετῶσιν πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. 28 a δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. 29 μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει. 29 a κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας. 30 καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ. θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. 32 ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν· ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ. 33 φόβος θεοῦ παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.

Κεφάλαιο 16

2 πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. 5 ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται. 7 ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας. 8 ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην. 9 πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. 10 μαντεῖον ἐπὶ χείλεσιν βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. 11 ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια. 12 βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά, μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. 13 δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγαπᾷ. 14 θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν. 15 ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως, οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. 16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου, νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον. 17 τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται. ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ. 18 πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. 19 κρείσσων πραύθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. 20 συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός. 21 τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. 22 πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. 23 καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην. 24 κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς. 25 εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. 26 ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν, ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. 27 ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. 28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους. 29 ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς. 30 στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά, οὗτος κάμινός ἐστιν κακίας. 31 στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. 32 κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. 33 εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ κυρίου πάντα τὰ δίκαια.