Изменить стиль страницы

Κεφάλαιο 9

t Προσευχὴ Μαριας τῆς θεοτόκου. 46 Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, 49 ὅτι ἐποίησέν μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, 50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς· 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 ἀντελάβετο Ισραηλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Αβρααμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Προσευχὴ Ζαχαριου. Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ισραηλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυιδ τοῦ παιδὸς αὐτοῦ, 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ, 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον, ὃν ὤμοσεν πρὸς Αβρααμ τὸν πατέρα ἡμῶν, 74 τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυ σθέντας 75 λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν. 76 καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. – –

Κεφάλαιο 10

t Ὠιδὴ Ησαιου. 1 Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου· ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι, 2 καὶ φραγμὸν περιέθηκα καὶ ἐφύτευσα ἄμπελον ἐν σωρηκ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. 3 καὶ νῦν, ἄνθρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. 4 τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα, ἵνα ποιήσῃ σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. 5 νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, 6 καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθαι, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. 7 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος Ισραηλ ἐστὶν καὶ ἄνθρωπος τοῦ Ιουδα νεόφυτον ἠγαπημένον, καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. 8 οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνται· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; 9 ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα κυρίου σαβαωθ.

Κεφάλαιο 11

t Προσευχὴ Εζεκιου. 10 Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. 11 εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων. 12 ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο ὡς ἱστός, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. 13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι· οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην. 14 ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω· ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, 15 ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. 16 κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα· 17 εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. 18 οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· 19 οἱ ζῶντες εὐλογήσουσίν σε, ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου, 20 καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

Κεφάλαιο 12

t Προσευχὴ Μανασση. 1 Κύριε παντοκράτωρ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, 2 ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, 3 ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου· 4 ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, 5 ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, 6 ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου, 7 ὅτι σὺ εἶ κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων· 8 σὺ οὖν, κύριε ὁ θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι, ἀλλ’ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ, 9 διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης, ἐπλήθυναν αἱ ἀνομίαι μου, κύριε, ἐπλήθυναν, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου 10 κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου, καὶ οὐκ ἔστιν μοι ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα. 11 καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρη στότητος 12 Ἡμάρτηκα, κύριε, ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω. 13 αἰτοῦμαι δεόμενός σου Ἄνες μοι, κύριε, ἄνες μοι, μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς. ὅτι σὺ εἶ, κύριε, ὁ θεὸς τῶν μετανοούντων, 14 καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου· ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου, 15 καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου. ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. αμην.

Κεφάλαιο 13

t Προσευχὴ Συμεων. 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ισραηλ.

Κεφάλαιο 14

t Ὕμνος ἑωθινός. 1 Δόξα ἐν ὑψίστοις θεῷ 2 καὶ ἐπὶ γῆς εἰρήνη, 3 ἐν ἀνθρώποις εὐδοκία. 4 αἰνοῦμέν σε, 5 εὐλογοῦμέν σε, 6 προσκυνοῦμέν σε, 7 δοξολογοῦμέν σε, 8 εὐχαριστοῦμέν σοι 9 διὰ τὴν μεγάλην σου δόξαν, 10 κύριε βασιλεῦ, 11 ἐπουράνιε, 12 θεὲ πατὴρ παντοκράτωρ, 13 κύριε υἱὲ μονογενὴ 14 Ἰησοῦ Χριστὲ 15 καὶ ἅγιον πνεῦμα. 16 κύριε ὁ θεός, 17 ὁ ἀμνὸς τοῦ θεοῦ, 18 ὁ υἱὸς τοῦ πατρός, 19 ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, 20 ἐλέησον ἡμᾶς· 21 ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, 22 πρόσδεξαι τὴν δέησιν ἡμῶν· 23 ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, 24 ἐλέησον ἡμᾶς. 25 ὅτι σὺ εἶ μόνος ἅγιος, 26 σὺ εἶ μόνος κύριος, 27 Ἰησοῦς Χριστός, 28 εἰς δόξαν θεοῦ πατρός. αμην. 29 καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε 30 καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα 31 καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 32 καταξίωσον, κύριε, καὶ τὴν ἡμέραν ταύτην 33 ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 34 εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, 35 καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶ νας. αμην. 36 εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου· 37 εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου· 38 εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου. 39 κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. 40 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, 41 ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 42 κύριε, πρὸς σὲ κατέφυγα· 43 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ θεός μου· 44 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, 45 ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· 46 παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε.