Изменить стиль страницы

Κεφάλαιο 7

Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι· 2 ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν κατευθύναντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ πράγματα, καθὼς προαιρούμεθα. 3 τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις 4 προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν δι’ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρι ἂν συντελεσθῇ τοῦτο. 5 οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα. 6 ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ’ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα 7 τήν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καθ’ ὁντινοῦν αἰτίας τρόπον 8 καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον. 9 γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπ’ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν. ἔρρωσθε. 10 Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ιουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ τοῦ θεοῦ τὸν νόμον τυχεῖν δι’ αὐτῶν τῆς ὀφειλομένης κολάσεως 11 προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν. 12 ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παρρησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως. 13 τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ αλληλουια μετὰ χαρᾶς ἀνέλυσαν. 14 οὕτως τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν. 15 ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι. 16 αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ’ εὐφροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ. 17 Παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾗ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά, 18 ἐκεῖ ἐποίησαν πότον σωτήριον τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν. 19 καταχθέντες δὲ μετ’ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους. 20 ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασῳζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν, 21 καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων. 22 καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς ὥστε τοὺς ἔχοντάς τι μετὰ φόβου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγίστου θεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν. 23 εὐλογητὸς ὁ ῥύστης Ισραηλ εἰς τοὺς ἀεὶ χρόνους. αμην.

ΜΑΚΚΑΒΑΙΩΝ Δ

Κεφάλαιο 1

Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμ ἂν ὑμῖν ὀρθῶς ὅπως προσέχητε προθύμως τῇ φιλοσοφίᾳ. 2 καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον. 3 εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας, 4 ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἷον κακοηθείας, καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ φόβου καὶ πόνου. 5 πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν. 6 οὐ γὰρ τῶν αὑτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης ἐναντίων, καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ’ ὥστε αὐτοῖς μὴ εἶξαι. 7 πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός, 8 πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθίας τῶν ὑπὲρ ἀρετῆς ἀποθανόντων, Ελεαζαρου τε καὶ τῶν ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός. 9 ἅπαντες γὰρ οὗτοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός. 10 τῶν μὲν οὖν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας, τῶν δὲ τιμῶν μακαρίσαιμ ἄν. 11 θαυμασθέντες γὰρ οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ ὥστε καθαρισθῆναι δι’ αὐτῶν τὴν πατρίδα. 12 ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόφῳ θεῷ. 13 Ζητοῦμεν δὴ τοίνυν εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός. 14 διακρίνομεν τί ποτέ ἐστιν λογισμὸς καὶ τί πάθος, καὶ πόσαι παθῶν ἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός. 15 λογισμὸς μὲν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν σοφίας βίον. 16 σοφία δὴ τοίνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν. 17 αὕτη δὴ τοίνυν ἐστὶν ἡ τοῦ νόμου παιδεία, δι’ ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν. 18 τῆς δὲ σοφίας ἰδέαι καθεστήκασιν φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ σωφροσύνη· 19 κυριωτάτη δὲ πάντων ἡ φρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ. 20 παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν πέφυκεν. 21 πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι. 22 πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία, μετὰ δὲ τὴν ἡδονὴν χαρά. 23 πρὸ δὲ τοῦ πόνου ἐστὶν φόβος, μετὰ δὲ τὸν πόνον λύπη. 24 θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτι αὐτῷ περιέπεσεν. 25 ἐν τῇ ἡδονῇ δὲ ἔνεστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων οὖσα τῶν παθῶν, 26 καὶ τὰ μὲν ψυχῆς ἀλαζονεία καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονεικία καὶ βασκανία, 27 κατὰ δὲ τὸ σῶμα παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία. 28 καθάπερ οὖν δυεῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου πολλαὶ τούτων τῶν φυτῶν εἰσιν παραφυάδες, 29 ὧν ἑκάστην ὁ παγγέωργος λογισμὸς περικαθαίρων καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας. 30 ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δὲ παθῶν αὐτοκράτωρ. Ἐπιθεωρεῖτε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός. 31 σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν, 32 τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί, καὶ τούτων ἀμφοτέρων ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται. 33 ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφὰς ἀποστρεφόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός; ἐγὼ μὲν οἶμαι. 34 τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν. 35 ἀνέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακοπτόμενα, καὶ φιμοῦται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ.