Изменить стиль страницы

Κεφάλαιο 5

Καὶ ἐπροφήτευσεν Αγγαιος ὁ προφήτης καὶ Ζαχαριας ὁ τοῦ Αδδω προφητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι θεοῦ Ισραηλ ἐπ’ αὐτούς. 2 τότε ἀνέστησαν Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ιερουσαλημ, καὶ μετ’ αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς. 3 ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ’ αὐτοὺς Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοῖα εἶπαν αὐτοῖς Τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι; 4 τότε ταῦτα εἴποσαν αὐτοῖς Τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην; 5 καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα, καὶ οὐ κατήργησαν αὐτούς, ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου. 6 Διασάφησις ἐπιστολῆς, ἧς ἀπέστειλεν Θανθαναι ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ· 7 ῥῆσιν ἀπέστειλαν πρὸς αὐτόν, καὶ τάδε γέγραπται ἐν αὐτῷ Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα. 8 γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν Ιουδαίαν χώραν εἰς οἶκον τοῦ θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν. 9 τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοῖς Τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι; 10 καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν. 11 καὶ τοιοῦτο ῥῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἡμεῖς ἐσμεν δοῦλοι τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον, ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά, καὶ βασιλεὺς τοῦ Ισραηλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν 12 αὐτοῖς. ἀφ’ ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν θεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσεν καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα. 13 ἀλλ’ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ θεοῦ τοῦτον οἰκοδομηθῆναι. 14 καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως, ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἀπὸ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκεν τῷ Σασαβασαρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ 15 καὶ εἶπεν αὐτῷ Πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ιερουσαλημ εἰς τὸν ἑαυτῶν τόπον. 16 τότε Σασαβασαρ ἐκεῖνος ἦλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ· καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη καὶ οὐκ ἐτελέσθη. 17 καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς.

Κεφάλαιο 6

Τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκεν γνώμην καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις, ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι. 2 καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει τῆς Μήδων πόλεως κεφαλὶς μία, καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ Ὑπόμνημα· 3 ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ· οἶκος οἰκοδομηθήτω καὶ τόπος, οὗ θυσιάζουσιν τὰ θυσιάσματα· καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, πλάτος αὐτοῦ πήχεων ἑξήκοντα· 4 καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς, καὶ δόμος ξύλινος εἷς· καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται· 5 καὶ τὰ σκεύη οἴκου τοῦ θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἐκόμισεν εἰς Βαβυλῶνα, καὶ δοθήτω καὶ ἀπελθάτω εἰς τὸν ναὸν τὸν ἐν Ιερουσαλημ ἐπὶ τόπου, οὗ ἐτέθη ἐν οἴκῳ τοῦ θεοῦ. 6 νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αφαρσαχαῖοι οἱ ἐν πέρα τοῦ ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν 7 ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ· οἱ ἀφηγούμενοι τῶν Ιουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ιουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ. 8 καὶ ἀπ’ ἐμοῦ ἐτέθη γνώμη μήποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ιουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι· 9 καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ, πυρούς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα τῶν ἱερέων τῶν ἐν Ιερουσαλημ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ, ὃ ἐὰν αἰτήσωσιν, 10 ἵνα ὦσιν προσφέροντες εὐωδίας τῷ θεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. 11 καὶ ἀπ’ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος, ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ’ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ’ ἐμὲ ποιηθήσεται. 12 καὶ ὁ θεός, οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψει πάντα βασιλέα καὶ λαόν, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ. ἐγὼ Δαρεῖος ἔθηκα γνώμην· ἐπιμελῶς ἔσται. 13 Τότε Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτοῦ πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελῶς. 14 καὶ οἱ πρεσβύτεροι τῶν Ιουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ Αγγαιου τοῦ προφήτου καὶ Ζαχαριου υἱοῦ Αδδω καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεοῦ Ισραηλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Αρθασασθα βασιλέων Περσῶν. 15 καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Αδαρ, ὅ ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως. 16 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ. 17 καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπὲρ παντὸς Ισραηλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ισραηλ. 18 καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν Ιερουσαλημ κατὰ τὴν γραφὴν βιβλίου Μωυσῆ. 19 Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου. 20 ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἕως εἷς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς. 21 καὶ ἔφαγον οἱ υἱοὶ Ισραηλ τὸ πασχα, οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι κύριον θεὸν Ισραηλ. 22 καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ’ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ θεοῦ Ισραηλ.

Κεφάλαιο 7

Καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Αρθασασθα βασιλέως Περσῶν ἀνέβη Εσδρας υἱὸς Σαραιου υἱοῦ Αζαριου υἱοῦ Ελκια 2 υἱοῦ Σαλουμ υἱοῦ Σαδδουκ υἱοῦ Αχιτωβ 3 υἱοῦ Σαμαρια υἱοῦ Εσρια υἱοῦ Μαρερωθ 4 υἱοῦ Ζαραια υἱοῦ Σαουια υἱοῦ Βοκκι 5 υἱοῦ Αβισουε υἱοῦ Φινεες υἱοῦ Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως τοῦ πρώτου· 6 αὐτὸς Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ, ὃν ἔδωκεν κύριος ὁ θεὸς Ισραηλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς, ὅτι χεὶρ κυρίου θεοῦ αὐτοῦ ἐπ’ αὐτὸν ἐν πᾶσιν, οἷς ἐζήτει αὐτός. 7 καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευιτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ εἰς Ιερουσαλημ ἐν ἔτει ἑβδόμῳ τῷ Αρθασασθα τῷ βασιλεῖ. 8 καὶ ἤλθοσαν εἰς Ιερουσαλημ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο ἔτος ἕβδομον τῷ βασιλεῖ· 9 ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος, ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ιερουσαλημ, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ’ αὐτόν. 10 ὅτι Εσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ισραηλ προστάγματα καὶ κρίματα. 11 Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος, οὗ ἔδωκεν Αρθασασθα τῷ Εσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ισραηλ 12 Αρθασασθα βασιλεὺς βασιλέων Εσδρα γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ· τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις. 13 ἀπ’ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ὁ ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ισραηλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ιερουσαλημ, μετὰ σοῦ πορευθῆναι· 14 ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου. 15 καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον, ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ θεῷ τοῦ Ισραηλ τῷ ἐν Ιερουσαλημ κατασκηνοῦντι, 16 καὶ πᾶν ἀργύριον καὶ χρυσίον, ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ιερουσαλημ, 17 καὶ πᾶν προσπορευόμενον, τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριούς, ἀμνοὺς καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν, καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ιερουσαλημ. 18 καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι, ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε. 19 καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον τοῦ θεοῦ ἐν Ιερουσαλημ. 20 καὶ κατάλοιπον χρείας οἴκου θεοῦ σου, ὃ ἂν φανῇ σοι δοῦναι, δώσεις ἀπὸ οἴκων γάζης βασιλέως. 21 καὶ ἀπ’ ἐμοῦ, ἐγὼ Αρθασασθα βασιλεύς, ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ ὅτι πᾶν, ὃ ἂν αἰτήσῃ ὑμᾶς Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ, ἑτοίμως γιγνέσθω 22 ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὗ οὐκ ἔστιν γραφή. 23 πᾶν, ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ, γιγνέσθω. προσέχετε μή τις ἐπιχειρήσῃ εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ, μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. 24 καὶ ὑμῖν ἐγνώρισται· ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις, ᾄδουσιν, πυλωροῖς, ναθινιμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου φόρος μὴ ἔστω σοι, οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς. 25 καὶ σύ, Εσδρα, ὡς ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου κατάστησον γραμματεῖς καὶ κριτάς, ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ, πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ σου, καὶ τῷ μὴ εἰδότι γνωριεῖτε. 26 καὶ πᾶς, ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτοῦ, ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν τοῦ βίου ἐάν τε εἰς δεσμά. 27 Εὐλογητὸς κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξάσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ 28 καὶ ἐπ’ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων. καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἡ ἀγαθὴ ἐπ’ ἐμέ, καὶ συνῆξα ἀπὸ Ισραηλ ἄρχοντας ἀναβῆναι μετ’ ἐμοῦ.